Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.254 Joseph. AJ 3.258 (English) >>Joseph. AJ 3.263

3.257θύει δʼ ἱερεὺς ἐκ τῶν ἰδίων ἀναλωμάτων, καὶ δὶς ἑκάστης ἡμέρας τοῦτο ποιεῖ, ἄλευρον ἐλαίῳ μεμαγμένον καὶ πεπηγὸς ὀπτήσει βραχείᾳ, καὶ εἷς μέν ἐστιν ἀσσάρων τοῦ ἀλεύρου, τούτου δὲ τὸ μὲν ἥμισυ τὸ πρωΐ, τὸ δʼ ἕτερον δείλης ἐπιφέρει τῷ πυρί. τὸν μὲν οὖν περὶ τούτων λόγον ἀκριβέστερον αὖθις δηλώσομεν, ἱκανὰ δέ μοι δοκεῖ καὶ νῦν περὶ αὐτῶν προειρῆσθαι. 3.258

Μωυσῆς δὲ τοῦ Λευὶ τὴν φυλὴν τῆς πρὸς τὸν λαὸν κοινωνίας ὑπεξελόμενος ἱερὰν ἐσομένην ἥγνιζε πηγαίοις ὕδασι καὶ ἀενάοις καὶ θυσίαις, ἃς ἐπὶ τοῖς τοιούτοις νομίμους παρέχονται τῷ θεῷ, τήν τε σκηνὴν αὐτοῖς καὶ τὰ σκεύη τὰ ἱερὰ καὶ τὰ ἄλλʼ ὅσα πρὸς σκέπην τῆς σκηνῆς ἐπεποίητο παρέδωκεν, ὅπως ὑφηγουμένων τῶν ἱερέων ὑπηρετήσωσιν· ἤδη γὰρ τῷ θεῷ καθιέρωτο. 3.259

Καὶ περὶ τῶν ζῴων δὲ διέκρινεν ἕκαστον, ὅτι τρέφοιντο καὶ οὗ πάλιν ἀπεχόμενοι διατελοῖεν, περὶ ὧν ἐν οἷς ἂν ἡμῖν ἀφορμὴ τῆς γραφῆς γένηται διελευσόμεθα τὰς αἰτίας προστιθέντες, ἀφʼ ὧν κινηθεὶς τὰ μὲν αὐτῶν βρωτὰ ἡμῖν ἐκέλευσεν εἶναι, τῶν δὲ προσέταξεν ἀπέχεσθαι. 3.260αἵματος μέντοι παντὸς εἰς τροφὴν ἀπηγόρευσε τὴν χρῆσιν ψυχὴν αὐτὸ καὶ πνεῦμα νομίζων, καὶ κρέως τοῦ τεθνηκότος αὐτομάτως ζῴου τὴν βρῶσιν διεκώλυσεν, ἐπίπλου τε καὶ στέατος αἰγείου καὶ προβατείου καὶ τοῦ τῶν βοῶν ἀπέχεσθαι προεῖπεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.254 Joseph. AJ 3.258 (English) >>Joseph. AJ 3.263

Powered by PhiloLogic